Qualifications of a Ruler

Text:

πολῑ́της τις ἄλλης πόλεως τῷ Περικλεῖ τῷ Ἀθηναίῳ ἔλεγεν, «ὦ Περίκλεις, τί ἐστι τὸ πρῶτον, ὃ τὸν ἄρχοντα δεῖ μνημονεύειν;» ὁ δὲ ἔφη, «ὅτι ἄνθρωπός ἐστι.» «καὶ τὸ δεύτερον;» «ὅτι κατὰ τοὺς νόμους δεῖ ἄρχειν.» «καὶ τὸ τρίτον;» «ὅτι οὐκ ἀεὶ ἄρξει.» ὁ δὲ ἀνὴρ ἔλεγε τῷ Περικλεῖ, «τοὺς Ἀθηναίους εὐδαιμονίζω ὅτι σὲ ἔχουσιν ἄρχοντα ὃς οὐ μόνον ταῦτα οἶσθα, ἀλλὰ καὶ οὕτω ποιεῖς.»


Source: C. Moss, First Greek Reader, 1900.

Helps:

μνημονεύειν – to remember

εὐδαιμονίζειν – to consider [to be] fortunate, lucky/happy

οἶσθα – know (2nd singular)

Draco’s Laws

Text:

πάλαι μὲν ἦν ἐν Ἀθήναις ἀνὴρ ᾧ Δράκων τὸ ὄνομα ἦν· οὗτος δὲ σοφὸς καὶ δίκαιος ἦν ὥστε οἱ Ἀθηναῖοι ἤθελον αὐτὸν νόμους νέους γράφειν, ὅτι οὕτω πολλοὶ ἄνθρωποι ἐν τῇ πόλει κακοὶ ἦσαν. νόμους οὖν ἔγραφε χαλεπούς· ἐν γὰρ τούτοις τοῖς νόμοις ἦν μία ζημίᾱ κακούργοις, θάνατος. Ἡρόδικος οὖν ἔλεγεν ὅτι οἱ Δράκοντος νόμοι οὐκ ἀνθρώπου νόμοι ἦσαν, ἀλλὰ δράκοντος.

Source:

C. Moss, First Greek Reader, 1900.

Helps:

πάλαι – long ago

ζημίᾱ, ἡ – penalty

κακοῦργος – criminal, offender

ἄγγελος πρὸς Μαριὰμ ἦλθεν (EGB)

Text:

ἀπέστειλεν ὁ θεὸς ἄγγελον πρὸς παρθένον. τὸ ὄνομα αὐτῇ ἦν Μαρίαμ. ἡ δὲ διεταράχθη. ὁ δὲ ἄγγελος εἶπεν αὐτῇ «μὴ φοβοῦ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. συλλήμψῃ ἐν γαστρὶ καὶ τέχῃ υἱόν. καλέσεις οὖν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. καὶ υἱιὸς Ὑψίστου κληθήσεται.» εἶπεν δὲ Μαριὰμ, «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω.» καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, «οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.» εἶπεν δὲ Μαρίαμ «ἰδού ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.

Source:

Seumas Macdonald, adapted from Luke 1:26-38.

Simplified and Abridged Genesis 1

Text:

ἐν ἀρχῇ ἀκατασκεύαστος ὁ κοσμὸς ἦν. σκότος πανταχοῦ. ὁ δὲ θεὸς ἐβουλεύετο. καἰ εἶπεν ὁ θεός «γενηθήτω φῶς» καὶ ἐγένετο φῶς. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα πρώτη.

καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα (τὸν οὐρανόν), καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος  τοῦ ὑπόκατω καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα.

καὶ εἶπεν ὁ θεός «συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω εἰς τὸ αὐτό.» καὶ ὀφθήτω ἡ ξηρά (ἡ γῆ). καὶ ἐποίησεν ὁ θεὸς βοτάνην, σπεῖρον σπέρμα, ξύλον, κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.

καὶ εἶπεν ὁ θεὸς «γενηθήτωσαν φωστῆρες ἐν τῷ οὐρανῷ». καὶ ἐγένετο ὁ ἥλιος εἰς τὴν ἡμέραν, καὶ ἡ σηλήνη εἰς τὴν νύκτα. καὶ ἔθετο τοὺς ἀστέρας ἐν τῷ οὐρανῷ τοῦ νυκτός. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τετάρτη.

καὶ ἐποίησεν ὁ θεὸς τοὺς ἰχθῡς κατὰ γένη εἰς τὸ ἐν ὕδατι ζῆν , καὶ τοὺς ὄρνιθας κατὰ γένη εἰς τὸ ἐν οὐρανῷ ζῆν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα πέμπτη.

καὶ εἶπεν ὁ θεὸς «ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος.» καὶ ἐγένετο οὕτως.

τέλος δὲ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ, ἄρσεν καὶ θῆλυ. καὶ ηὐλόγησεν αὐτους, λέγων «αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ζῴων». καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα ἕκτη.

καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν.

Source:

Seumas Macdonald, adapted from LXX.

Helps:

ἀκατασκεύαστος – unformed
πανταχοῦ – everywhere
ἀνὰ μέσον + gen, ἀνὰ μέσον + gen – between X and between Y.
στερέωμα – firmament
βοτάνην – grass, pasture

The Dog and his Ticks

Text:

κύων πλήρης ἦν κυνοραιστῶν. ἐχῖνος δὲ ἰδὼν κατῴκτειρεν αὐτόν, καὶ ἔφη ἀφαιρήσειν τοὺς κυνοραίστας, ἐὰν θέλῃ. ὁ δὲ κύων οὐκ εἴασε. θαυμάσας δὲ ὁ ἐχῖνος ἐρωτᾷ, διὰ τί οὐκ ἐᾷ. ὁ δὲ κύων ἔφη, “οὗτοι μὲν ἤδη μεστοί εἰσι καὶ ὀλίγον αἷμα ἕλκουσι. ἐὰν δὲ τούτους ἀφέλῃς ἕτεροι πεινῶντες προσίασι, καὶ ἕλξουσί μου τὸ λοιπὸν αἷμα.”

Source:

F.H. Colson, Stories and Legends, 1908

Helps:

κυνοραιστής – tick, flea

ἐχῖνος – hedgehog

ἀφαιρήσειν – would take [them] away (ἀφαιρέω)

εἴασε – 3rd sg aor, to permit, allow

μεστοί – full

ἀφέλῃς – (ἀφαιρέω) 2nd sg aor sub

Thales in the well

Text:

ὁ Πλάτων λέγει ὅτι Θαλῆς ὁ φιλόσοφος ἀστρονομῶν καὶ ἄνω βλέπων ἐς φρέαρ ἔπεσεν. θεράπαινα δέ τις ἰδοῦσα ἔσκωψεν αὐτόν, τοιάδε λέγουσα, “σὺ μὲν φιλόσοφος καλεῖ, ἀληθῶς δὲ μωρὸς εἶ. τὰ μὲν γὰρ ἐν οὐρανῷ θέλεις εἰδέναι, τὰ δὲ παρὰ πόδας σε λανθάνει.” λέγει δὲ καὶ Πλάτων, ὅτι πάντες οἱ φιλόσοφοι πάσχουσι ταὐτόν, ὅπερ ὁ Θαλῆς. περὶ γὰρ τῶν μὴ παρόντων σπεύδουσι, τῶν δὲ παρόντων οὐ μέλει αὐτοῖς.

Source:

F.H. Colson, Stories and Legends, 1908

Helps:

φρέαρ – well, cistern

θεράπαινα – female slave

τοιάδε – the following

καλεῖ – 2nd sg mid

σε λανθάνει – escape your notice

An Egyptian Banquet

Text:

οἱ Αἰγύπτιοι ἐν τοῖς συμποσίοις τόδε ποιοῦσι. ἀνὴρ νεκρὸν περιφέρει ἐκ ξύλου πεποιημένον. δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτῶν λέγει, “ὦ φίλε, ὅρα τοῦτον, ἔπειτα πῖνε καὶ τέρπου. ἀποθανὼν γὰρ καὶ σὺ τοιοῦτος ἔσει.”

Source:

F.H. Colson, Stories and Legends, 1908

Helps:

συμποσίοις – symposia, aka. drinking parties.

συμπότης – drinking companion

τέρπω – to delight, cheer, gladden. (here 2nd middle imperative)

ἔσει – fut 2nd sg.

The horse and the stag

Text:

ἵππος ποτὲ κατεῖχε λειμῶνα μόνος. ἔλαφος δὲ ἐλθὼν διέφθειρε τὴν νομήν· ὀργισθεὶς δὲ ὁ ἵππος ᾒτησεν ἄνθρωπον σύμμαχον αὐτῷ γενέσθαι, καὶ κολάσαι τὸν ἔλαφον. ὁ δὲ εἶπεν ὅτι τοῦτο ποιήσει, ἐὰν λάβῃ χαλινόν, καὶ αὐτὸς ἐπὶ τὸν ἵππον ἀναβῇ. καὶ ταῦτα τῷ ἵππῳ ἔδοξε. ἀναβὰς δὲ ὁ ἄνθρωπος, τὸν μὲν ἔλαφον οὐκ ἐκόλασε, τὸν δὲ ἵππον ἐδούλωσεν.

Source:

F.H. Colson, Stories and Legends, 1908

Helps:

λείμων – meadow, grassy area

ἔλαφος  – stag, deer

νομή – grass, pasture, pasturage

χαλινός – bit (i.e. for a horse), bridle/rein

κολάσαι – punish

Different Creatures have different gifts

Text:

ποιητής τις λέγει ὅτι οἱ θεοί, ποιήσαντες τὰ ζῷα, γέρας τι ἑκάστῳ διένειμαν. καὶ τοῖς μὲν ταύροις κέρα ἔδοσαν, τοῖς δὲ ἵπποις ὁπλάς, τοῖς δὲ ὄρνισι πτέρυγας, καὶ τοῖς ἄλλοις ἄλλο τι τοιοῦτον. ἀνθρώποις δὲ οὐδὲν τοιοῦτον ἔδοσαν, ἀλλὰ τοῖς μὲν ἀνδράσιν ἀρετήν, ταῖς δὲ γυναιξὶ κάλλος. καὶ τοῦτο ἔχουσα ἡ γυνὴ πάντων κρατίστη ἐστί. οἱ γὰρ ἄνδρες πάντα νικῶσι τῇ ἀρετῇ, αἱ δὲ γυναῖκες νικῶσι τοὺς ἄνδρας τῷ κάλλει.

Source:

F.H. Colson, Stories and Legends, 1908

Helps:

γέρας – gift, present

διένειμαν – distributed, apportioned

ὁπλάς – hoofs

κάλλος, τό – beauty

The Wolf and the Crane

Text:

λύκος ποτὲ ἐν τῷ λαιμῷ ὀστοῦν ἔχων ἐπνίγετο. μεταπεμψάμενος οὖν τὴν γέρανον (μακρὸν γὰρ τὸν τράχηλον ἔχει ἡ γέρανος) ᾔτησε τὸ ὀστοῦν ἐξαιρεῖν. ἔφη δέ, ἐάν τοῦτο ποιήσῃ, μισθὸν καλὸν δώσειν. ἡ οὖν γέρανος ἐξεῖλε τὸ ὀστοῦν, εἶτα τὸν μισθὸν ᾔτησε. ὁ δὲ λύκος γελάσας εἶπεν, “ἀχάριστος εἶ, ὦ φίλη· καλὸν γὰρ μισθὸν ἤδη σοι δέδωκα. ἔχων γὰρ τὴν κεφαλὴν ἐν τῷ στόματι, εἴασά σε ὅμως ζῶσαν ἀπιέναι.”

Source:

F.H. Colson, Stories and Legends, 1908

Helps:

λαιμῷ – throat, gullet.

ἐπνίγετο – choke, strangle (here middle: was choking

γέρανον – crane.

ἀχάριστος – ungracious